ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (18/9)

Εὐαγγέλιον: ἡμέρας, Τετ. α΄ ἑβδ. Λουκᾶ (Λουκ. δ΄ 1-15)

Ἰησοῦς δὲ πλήρης Πνεύματος Ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγε­το ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον 2 ἡμέρας τεσσαράκοντα πει­ραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐ­δὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. 3 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰ­­πὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι ἐκ­πορευομένῳ διὰ στόματος Θεοῦ. 5 Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου, 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσί­αν ταύτην ἅπασαν καὶ τὴν δό­ξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν. 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σου πᾶσα. 8 καὶ ἀποκριθεὶς αὐτῷ εἶ­πεν ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσ­κυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 9 Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερο­σόλυμα, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦ­θεν κάτω· 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγ­γέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐ­τῷ ὁ Ἰησοῦς ὅτι εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θε­όν σου. 13 Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέ­στη ἀπ᾿ αὐτοῦ ἄχρι και­ροῦ. 14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅ­­λης τῆς περιχώρου περὶ αὐ­­τοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

Ὁ Ἰησοῦς λοιπόν, γεμάτος ἀπό Πνεῦμα Ἅγιον, ἐπέ­στρεψε ἀπό τόν Ἰορδάνη. Καί τό Ἅγιον Πνεῦμα τόν ὁδηγοῦσε μέ ἐσωτερική παρακίνηση στήν ἔρημο, 2 ὅπου ἐπί σαράντα ἡμέρες ἀντιμετώπιζε τούς πειρασμούς τοῦ διαβόλου, ὁ ὁποῖος μάταια ζητοῦσε νά τόν ἀποσπάσει ἀπό τίς ἀφοσιωμένες σκέψεις του στό ἔργο τοῦ Θεοῦ. Καί τίς ἡμέρες ἐκεῖνες δέν ἔφαγε τίποτε. Ὅταν ὅμως πέρασαν οἱ ἡμέρες αὐτές, ὕστερα πείνασε. 3 Καί τότε τοῦ εἶπε ὁ διάβολος: Ἐάν εἶσαι υἱός τοῦ Θε­οῦ, ὅπως μαρτύρησε ἡ φωνή πού ἀκούστηκε στόν Ἰορ­δάνη, ἀπόδειξέ το μέ θαῦμα. Πές σ’ αὐτή τήν πέτρα νά γίνει ψωμί. 4 Τότε ὁ Ἰησοῦς τοῦ ἀπάντησε: Εἶναι γραμμένο στό Δευτερονόμιο ὅτι δέν διατηρεῖται στή ζωή ὁ ἄνθρωπος μόνο μέ τόν ἄρτο, ἀλλά μέ κάθε προσταγή πού βγαίνει ἀπό τό στόμα τοῦ Θεοῦ. Ὅταν ὁ Θεός διατάξει, ζεῖ ὁ ἄνθρωπος καί χωρίς ἄρτο. 5 Κι ἀφοῦ ὁ διάβολος τόν ἀνέβασε σ’ ἕνα ψηλό βουνό, τοῦ ἔδειξε πανοραμικά σέ μιά χρονική στιγμή (πράγμα τό ὁποῖο καθιστᾶ τόν πειρασμό ἰσχυρότερο) ὅλα τά βασίλεια τῆς κατοικημένης γῆς μέ τά πλούτη τους καί τήν ἀπατηλή μεγαλοπρέπειά τους. 6 Καί τοῦ εἶπε ὁ διάβολος: Θά σοῦ δώσω ὅλα αὐτά τά κράτη πού ἐξουσιάζονται ἀπό μένα, κι ὅλη τή δόξα τους· θά σοῦ τά δώσω, διότι μοῦ ἀνήκουν. Μοῦ τά ἔχουν παραδώσει οἱ βασιλιάδες τους καί οἱ λαοί τους, δι­ότι μέ τήν ἁ­μαρ­τία ὑποτάχθηκαν σέ μένα. Εἶναι λοιπόν δικά μου καί τά δίνω σέ ὅποιον ἐγώ θέλω. Καί ἀνυ­­ψώ­νω ἐγώ μέ τά ὄργανά μου σέ μεγάλα ἀξιώματα ἐκεί­νους πού παραδίδονται σέ μένα. 7 Ἐάν λοιπόν ἐσύ μέ προσκυνήσεις ἐδῶ μπροστά μου καί μέ ἀναγνωρίσεις ὡς κύριό σου, ὅλη αὐτή ἡ ἐξουσία καί ἡ δόξα θά εἶναι δική σου. 8 Ὁ Ἰησοῦς τότε τοῦ ἀπάντησε: Φύγε ἀπό μπροστά μου, σατανά. Δέν μπορῶ νά σέ ἀκούω, διότι εἶναι γραμμένο: Τόν Κύριο καί Θεό σου νά προσκυνᾶς καί αὐτόν μόνο νά λατρεύεις. 9 Τότε ὁ διάβολος τόν πῆρε καί τόν ὁδήγησε στήν Ἱε­ρου­σαλήμ διασχίζοντας τόν ἀέρα· καί τόν ἔστησε ὄρ­θιο ψηλά στό γεῖσο τῆς στέγης τοῦ ναοῦ καί τοῦ εἶπε: Ἐάν εἶσαι υἱός τοῦ Θεοῦ, ρίξε τόν ἑαυτό σου ἀπό ἐδῶ κάτω, γιά νά φανεῖ ξεκάθαρα σέ ὅλους ἡ ἀγάπη καί ἡ προ­στα­σία τοῦ Πατρός σου πρός ἐσένα. 10 Διότι ἔχει γραφεῖ στούς Ψαλμούς ὅτι ὁ Θεός θά δώσει ἐντολή γιά σένα στούς ἀγγέλους του νά σέ διαφυλάξουν, ὥστε νά μήν πάθεις κανένα κακό. 11 Καί ἀκόμη ἔχει γραφεῖ ὅτι οἱ ἄγγελοι θά σέ σηκώσουν στά χέρια τους, μήν τυχόν χτυπήσεις τό πόδι σου σέ καμιά πέτρα. 12 Ὁ Ἰησοῦς τότε τοῦ ἀπάντησε ὅτι ἔχει πεῖ ὁ Θεός: Δέν πρέπει νά ἐκθέσεις τόν ἑαυτό σου σέ κίνδυνο, γιά νά δοκιμάσεις τόν Κύριο καί Θεό σου καί νά δεῖς μέσα ἀπό τά πράγματα ἄν θά σέ προστατεύσει. 13 Κι ἀφοῦ τελείωσε ὁ διάβολος κάθε εἴδους πειρασμό, ἀπομακρύνθηκε προσωρινά ἀπό τόν Ἰησοῦ, μέχρι τότε πού θά τοῦ δινόταν ἄλλη κατάλληλη εὐκαιρία νά τόν πειράξει καί πάλι. 14 Καί ὁ Ἰησοῦς γύρισε πίσω στή Γαλιλαία γεμάτος μέ τή δύναμη τοῦ Πνεύματος, τό ὁποῖο μέ τή νίκη του κατά τοῦ διαβόλου τόν ἐνίσχυε πιό αἰσθητά. Καί ἐξαιτίας τῶν θαυμάτων του διαδόθηκε σέ ὅλα τά περίχωρα τῆς Γαλιλαίας ἡ φήμη ὅτι εἶναι θαυματουργός προφήτης, ἀπεσταλμένος ἀπό τόν Θεό. 15 Καί αὐτός δίδασκε μέσα στίς συναγωγές τους, καί ὅλοι τόν δόξαζαν καί τόν ἐπαινοῦσαν.