ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (24/9)

Εὐαγγέλιον: ἡμέρας, Τρ. β΄ ἑβδ. Λουκᾶ (Λκ. ε΄ 12-16)

12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐ­δεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ. 14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· 16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

12 Κι ἐνῶ βρισκόταν ὁ Ἰησοῦς σέ κάποια ἀπό τίς πόλεις, νά ἕνας ἄνθρωπος γεμάτος ἀπό ἐξανθήματα λέπρας. Αὐτός μόλις εἶδε τόν Ἰησοῦ, ἔπεσε κάτω μέ τό πρόσωπο στή γῆ καί τόν παρακαλοῦσε λέγοντας: Κύριε, ἐάν θέλεις, ἔχεις τή δύναμη νά μέ καθαρίσεις ἀπό τίς πληγές τῆς βρωμερῆς ἀρρώστιας μου. 13 Τότε ὁ Ἰησοῦς ἅπλωσε τό χέρι του, τόν ἄγγιξε καί τοῦ εἶπε: Θέλω νά καθαρισθεῖς ἀπό τή λέπρα, καθαρίσου. Κι ἀμέσως ἡ λέπρα ἔφυγε ἀπό πάνω του. 14 Κι ὁ Ἰησοῦς τοῦ ἔδωσε τήν ἐντολή νά μήν πεῖ σέ κανέναν τό θαῦμα τῆς θεραπείας, ἀλλά τοῦ εἶπε: Πήγαινε καί δεῖξε τόν ἑαυτό σου στόν ἱερέα καί πρόσ­φερε γιά τόν καθαρισμό σου θυσία, ὅπως διέταξε ὁ Μωυσῆς. Ἔτσι ἡ ἐξέτασή σου ἀπό τόν ἱερέα καί ἡ προσφορά τῆς θυσίας σου θά χρησιμεύσει ὡς μαρτυρία καί ἀπό­δειξη στούς ἱερεῖς καί τό λαό ὅτι κι ἐσύ πράγμα­τι θεραπεύθηκες, καί ἐγώ δέν ἦλθα νά καταλύσω τό νόμο. 15 Καί ἡ φήμη του ἁπλωνόταν ὅλο καί περισσότερο τώ­ρα μετά ἀπό τό θαῦμα αὐτό, καί μαζεύονταν πολλά πλήθη λαοῦ γιά ν’ ἀκοῦνε τή διδασκαλία του καί γιά νά τούς θεραπεύει ὁ Ἰησοῦς ἀπό τίς ἀσθένειές τους. 16 Αὐτός ὅμως ἀποσυρόταν διαρκῶς σέ ἐρημικά μέρη καί προσευχόταν.