Εὐαγγέλιον: τοῦ μάρτυρος, ζ΄ Εὐαγγ. ἁγ. Παθῶν (Ματθ. κζ΄ 33-54)
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ· 43 πέποιθεν ἐπὶ τὸν Θεόν, ρυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
33 Κι ἀφοῦ ἦλθαν σέ κάποιον τόπο πού λεγόταν Γολγοθᾶς, ὄνομα πού σημαίνει τόπος κρανίου, 34 τοῦ ἔδωσαν νά πιεῖ ξίδι ἀνακατεμένο μέ χολή, γιά νά τοῦ φέρει κάποια νάρκωση καί νά μήν αἰσθανθεῖ πολύ τούς πόνους τῆς σταυρώσεως κι ἔτσι δυσκολευθοῦν οἱ στρατιῶτες στήν ἐκτέλεσή της. Μόλις ὅμως τό δοκίμασε, δέν ἤθελε νά τό πιεῖ. 35 Ὕστερα τόν σταύρωσαν, κι ἔπειτα μοιράστηκαν τά ροῦχα του ρίχνοντας κλῆρο, 36 καί κάθονταν ἐκεῖ καί τόν φύλαγαν. 37 Τοποθέτησαν μάλιστα πάνω ἀπό τό κεφάλι του μιά ἐπιγραφή πού ἔγραφε τήν κατηγορία τῆς θανατικῆς καταδίκης του: Αὐτός εἶναι ὁ Ἰησοῦς, ὁ βασιλιάς τῶν Ἰουδαίων. 38 Τότε σταυρώνονται μαζί του δύο ληστές, ὁ ἕνας ἀπό τά δεξιά του κι ὁ ἄλλος ἀπό τά ἀριστερά του. 39 Στό μεταξύ ἐκεῖνοι πού περνοῦσαν ἀπό κοντά τόν ἔβριζαν καί κουνοῦσαν μέ περιφρόνηση καί κακία τά κεφάλια τους 40 κι ἔλεγαν: Ἐσύ πού θά γκρέμιζες τό ναό καί σέ τρεῖς ἡμέρες θά τόν ξαναέκτιζες, σῶσε τώρα τόν ἑαυτό σου. Ἐάν εἶσαι υἱός τοῦ Θεοῦ, κατέβα ἀπό τό σταυρό. 41 Μέ παρόμοιο τρόπο τόν περιέπαιζαν καί οἱ ἀρχιερεῖς μαζί μέ τούς γραμματεῖς καί τούς πρεσβυτέρους καί Φαρισαίους κι ἔλεγαν: 42 Ἄλλους ἔσωσε μέ τά ἀγυρτικά του θαύματα· τόν ἑαυτό του δέν μπορεῖ νά τόν σώσει. Ἐάν εἶναι βασιλιάς τοῦ Ἰσραήλ, τοῦ εὐλογημένου δηλαδή λαοῦ τοῦ Θεοῦ, ἄς κατεβεῖ ἀπ’ τό σταυρό καί θά τόν πιστέψουμε. 43 Ἔχει στηρίξει τίς ἐλπίδες του καί τήν πεποίθησή του στό Θεό. Ἄς τόν γλυτώσει λοιπόν τώρα, ἐάν πράγματι τόν θέλει ὁ Θεός. Διότι εἶπε ὅτι εἶμαι Θεοῦ υἱός. 44 Τό ἴδιο καί οἱ ληστές πού σταυρώθηκαν μαζί του τόν ἔβριζαν. 45 Κι ἀπό τίς δώδεκα τό μεσημέρι ἔγινε σκοτάδι σ’ ὅλη τή γῆ ἕως τίς τρεῖς τό ἀπόγευμα. 46 Καί στίς τρεῖς τό ἀπόγευμα φώναξε ὁ Ἰησοῦς μέ φωνή μεγάλη καί εἶπε: Ἠλί, ἠλί, λιμᾶ σαβαχθανί; πού σημαίνει: Θεέ μου, Θεέ μου, γιατί μέ ἐγκατέλειψες; 47 Μερικοί μάλιστα ἀπό ἐκείνους πού στέκονταν ἐκεῖ καί δέν γνώριζαν τήν ἀραμαϊκή γλώσσα, ὅταν τό ἄκουσαν αὐτό ἔλεγαν ὅτι φωνάζει τόν Ἠλία. 48 Κι ἀμέσως ἕνας ἀπ’ αὐτούς ἔτρεξε καί πῆρε ἕνα σφουγγάρι, κι ἀφοῦ τό βούτηξε στό ξίδι, τό τύλιξε σ’ ἕνα καλάμι καί προσπαθοῦσε νά τοῦ δώσει νά πιεῖ. 49 Οἱ ὑπόλοιποι ὅμως ἔλεγαν: Ἄφησε νά δοῦμε ἐάν θά ἔλθει ὁ Ἠλίας νά τόν σώσει. 50 Κι ὁ Ἰησοῦς, ἀφοῦ πάλι φώναξε μέ δυνατή φωνή, ἄφησε μόνος του καί θεληματικά τήν ψυχή του νά φύγει ἀπό τό σῶμα του. 51 Καί ἰδού, τό παραπέτασμα πού χώριζε στό ναό τά Ἅγια ἀπό τά Ἅγια τῶν Ἁγίων σχίσθηκε στά δύο ἀπό πάνω μέχρι κάτω· καί ἡ γῆ κλονίστηκε, καί οἱ πέτρες στήν περιφέρεια τῆς Ἱερουσαλήμ σχίσθηκαν ἐξαιτίας τοῦ σεισμοῦ, 52 καί τά μνημεῖα πού ἦταν στούς βράχους πού σχίσθηκαν, ἄνοιξαν, καί ἀπό τά μνημεῖα πού ἄνοιξαν τή στιγμή ἐκείνη, πολλά σώματα τῶν πεθαμένων ἁγίων ἀναστήθηκαν, ὅταν μετά ἀπό τρεῖς ἡμέρες ἀναστήθηκε πρῶτος ὁ Χριστός, 53 κι ἀφοῦ βγῆκαν ἀπό τά μνημεῖα μετά τήν ἀνάστασή του, μπῆκαν στήν ἁγία πόλη καί ἐμφανίστηκαν σέ πολλούς. 54 Ὁ ἑκατόνταρχος ἐξάλλου κι ἐκεῖνοι πού μαζί του φύλαγαν τόν Ἰησοῦ, ὅταν εἶδαν τό σεισμό καί ὅσα ἔγιναν, φοβήθηκαν πολύ κι ἔλεγαν: Πράγματι αὐτός ἦταν υἱός Θεοῦ.