ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (9/11)

Εὐαγγέλιον: ἡμέρας, Σαβ. η΄ ἑβδ. Λουκᾶ (Λκ. θ΄ 37-43)

37 Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. 38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· δι­δά­σκαλε, δέομαί σου, ἐπί­βλε­ψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστι· 39 καὶ ἰδοὺ πνεῦμα λαμβά­νει αὐτόν, καὶ ἐξαίφνης κρά­ζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀπο­χωρεῖ ἀπ᾿ αὐτοῦ συντρῖ­βον αὐτόν· 40 καὶ ἐδεήθην τῶν μαθη­τῶν σου ἵνα ἐκβάλωσιν αὐ­τό, καὶ οὐκ ἠδυνήθησαν. 41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔ­σομαι πρὸς ὑμᾶς καὶ ἀνέ­ξομαι ὑμῶν; προσάγαγε τὸν υἱόν σου ὧδε. 42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαι­μόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀ­πέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43 ἐξεπλήσσοντο δὲ πάν­τες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

37 Τήν ἄλλη ἡμέρα, ὅταν κατέβηκαν ἀπό τό βουνό, τόν ὑποδέχθηκε πολύς λαός. 38 Κάποια στιγμή ἕνας ἄνθρωπος ἀπό τό πλῆθος τοῦ λαοῦ φώναξε καί εἶπε: Διδάσκαλε, σέ παρακαλῶ, ρίξε σπλαχνικό βλέμμα στό γιό μου, διότι μοῦ εἶναι τό μονάκριβο παιδί μου. 39 Κι ὅταν τόν κυριεύει πονηρό πνεῦμα, ξαφνικά φωνάζει δυνατά. Τό δαιμονικό πνεῦμα τόν κάνει νά σπαράζει καί νά βγάζει ἀφρό ἀπό τό στόμα του. Μέ πολύ κόπο καί μέ μεγάλη δυσκολία φεύγει τό δαιμόνιο ἀπό αὐτόν, ἀφοῦ τόν κουρελιάσει καί τόν κάνει ἀναίσθητο. 40 Παρακάλεσα βέβαια τούς μαθητές σου νά τό βγάλουν, μά δέν μπόρεσαν. 41 Τότε ἀποκρίθηκε ὁ Ἰησοῦς: Ὤ γενεά πού τόσα θαύματα εἶδες καί εἶσαι ἀκόμη ἄπιστη καί ἀπό τήν κακία σου εἶσαι καί διεστραμμένη! Ὥς πότε θά εἶμαι μαζί σας καί θά σᾶς ἀνέχομαι; Φέρε μου ἐδῶ τό γιό σου. 42 Κι ἐνῶ ὁ νέος αὐτός ἦταν ἀκόμη στό δρόμο καί ἐρ­χό­ταν πρός τόν Ἰησοῦ, τό δαιμόνιο τόν πέταξε κάτω μέ βία καί τόν ἔκανε νά σπαράζει ὁλόκληρος. Ὁ Ἰησοῦς ὅμως ἐπιτίμησε τό ἀκάθαρτο δαιμονικό πνεῦμα καί θεράπευσε τό παιδί. Καί τό ἔδωσε πίσω στόν πατέρα του ὑγιές. 43 Ὅλοι τότε ἔμειναν ἔκπληκτοι γιά τό μεγαλεῖο τῆς δυνά­μεως τοῦ Θεοῦ, πού φανερωνόταν μέ τά θαύματα πού ἔκανε ὁ Ἰησοῦς.