Εὐαγγέλιον: ἀποστόλου, Κυρ. α΄ νηστειῶν (Ἰω. α΄ 44-52)
44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. 52 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
44 Τήν ἄλλη μέρα ἀποφάσισε ὁ Ἰησοῦς νά ἀναχωρήσει γιά τή Γαλιλαία. Βρίσκει τότε τόν Φίλιππο καί τοῦ λέει: Ἀκολούθησέ με στό ταξίδι πού πρόκειται νά κάνω. 45 Ὁ Φίλιππος μάλιστα καταγόταν ἀπό τή Βηθσαϊδά, τήν πατρίδα τοῦ Ἀνδρέα καί τοῦ Πέτρου. 46 Βρίσκει στό μεταξύ ὁ Φίλιππος τόν Ναθαναήλ καί τοῦ λέει: Ἐκεῖνον γιά τόν ὁποῖο ἔγραψε ὁ Μωυσῆς στό νόμο καί προανήγγειλαν οἱ προφῆτες, τόν βρήκαμε. Εἶναι ὁ Ἰησοῦς, ὁ γιός τοῦ Ἰωσήφ, καί κατάγεται ἀπό τή Ναζαρέτ. 47 Ἀλλά ὁ Ναθαναήλ τοῦ εἶπε: Ἀπό τή Ναζαρέτ, τό κακό καί ἄσημο αὐτό χωριό, μπορεῖ νά βγεῖ τίποτε καλό; Τοῦ λέει ὁ Φίλιππος: Ἔλα, κι ὅταν τόν δεῖς μέ τά μάτια σου, θά πεισθεῖς. 48 Εἶδε ὁ Ἰησοῦς τόν Ναθαναήλ νά ἔρχεται κοντά του καί λέει γι’ αὐτόν: Νά ἕνας γνήσιος καί πραγματικός Ἰσραλίτης, πού δέν ἔχει στήν καρδιά του καμία πονηριά καί δόλο, ἀλλά ποθεῖ μέ εἰλικρίνεια νά βρεῖ τήν ἀλήθεια. 49 Τοῦ λέει ὁ Ναθαναήλ: Ἀπό ποῦ μέ ξέρεις; Καί πῶς γνωρίζεις τήν εἰλικρίνεια τῶν μυστικῶν μου σκέψεων καί ἐλατηρίων; Τοῦ ἀποκρίθηκε τότε ὁ Ἰησοῦς: Πρίν ἀκόμη σέ φωνάξει ὁ Φίλιππος, ὅταν ἤσουν κάτω ἀπό τή συκιά καί προσευχόσουν μακριά ἀπό κάθε μάτι ἀνθρώπου, ἐγώ μέ τό ὑπερφυσικό καί θεῖο μου βλέμμα σέ εἶδα. 50 Τότε ὁ Ναθαναήλ τοῦ ἀποκρίθηκε: Διδάσκαλε, ἐσύ πράγματι εἶσαι ὁ Υἱός τοῦ Θεοῦ, ἐσύ εἶσαι ὁ βασιλεύς τοῦ Ἰσραήλ πού περιμέναμε σύμφωνα μέ τίς προφητεῖες. 51 Καί ὁ Ἰησοῦς τοῦ ἀπάντησε: Ἐπειδή σοῦ εἶπα ὅτι σέ εἶδα κάτω ἀπό τή συκιά πιστεύεις; Θά δεῖς πιό μεγάλα καί πιό θαυμαστά πράγματα ἀπ’ αὐτά. 52 Καί τοῦ λέει: Ἀληθινά σᾶς διαβεβαιώνω ὅτι ἀπό τώρα πού ἄνοιξε ὁ οὐρανός κατά τή βάπτισή μου, θά δεῖτε κι ἐσεῖς τόν οὐρανό ἀνοιγμένο, καί τούς ἀγγέλους τοῦ Θεοῦ νά ἀνεβαίνουν καί νά κατεβαίνουν στόν Υἱό τοῦ Θεοῦ. Αὐτός ἔγινε καί τέλειος ἄνθρωπος, καί ὡς υἱός τοῦ ἀνθρώπου εἶναι μοναδικός ἀντιπρόσωπος τοῦ ἀνθρώπινου γένους· καί πρόκειται νά ἔλθει καί πάλι ὡς Κριτής ἔνδοξος καθισμένος πάνω σέ νεφέλες. Θά ἀνεβαίνουν καί θά κατεβαίνουν οἱ ἄγγελοι προκειμένου νά ὑπηρετοῦν αὐτόν καί τήν Ἐκκλησία του.