Ἀπόστολος: παραλειφθείς, Κυρ. ιγ΄ ἐπιστολῶν (Α΄ Κορ. ις΄ 13-24)
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. 19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. 23 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
13 Προσέχετε σάν ἄγρυπνοι φρουροί. Μένετε στερεοί καί ὄρθιοι στήν πίστη. Νά ἀγωνίζεστε σάν ἄνδρες γενναῖοι. Πάρτε δύναμη καί θάρρος. 14 Ὅλα ὅσα κάνετε, ἄς γίνονται μέ ἀγάπη. 15 Σᾶς ἀπευθύνω τώρα καί μιά ἄλλη παράκληση, ἀδελφοί. Γνωρίζετε τό σπιτικό τοῦ Στεφανᾶ, ὅτι εἶναι ἡ οἰκογένεια πού πρώτη στήν Ἀχαΐα πίστεψε στό Χριστό, καί τά μέλη της ἀφιέρωσαν τόν ἑαυτό τους στό νά ὑπηρετοῦν τούς Χριστιανούς. 16 Σᾶς παρακαλῶ λοιπόν νά ὑποτάσσεστε κι ἐσεῖς σέ τέτοιους διακεκριμένους Χριστιανούς, ὅπως καί σέ κάθε ἄλλον πού συνεργάζεται καί κοπιάζει σέ μία τόσο θεάρεστη διακονία. 17 Χαίρομαι πάντως, διότι εἶναι παρόντες ἐδῶ ὁ Στεφανᾶς καί ὁ Φουρτουνάτος καί ὁ Ἀχαϊκός. Διότι αὐτοί ἀναπλήρωσαν τό κενό πού αἰσθάνομαι, ἐπειδή δέν σᾶς ἔχω κοντά μου. 18 Διότι μέ τίς πληροφορίες καί τίς εἰδήσεις τους ἀνέπαυσαν τά βάθη τῆς ψυχῆς μου, καί μέ τήν ἐπιστολή μου αὐτή πού θά σᾶς φέρουν, εἶμαι βέβαιος ὅτι θά ἀναπαύσουν καί τά βάθη τῆς δικῆς σας ψυχῆς. Τέτοιους Χριστιανούς λοιπόν νά τούς ἐκτιμᾶτε καί νά ἀναγνωρίζετε τήν ἀξία τους. 19 Σᾶς στέλνουν ἐγκάρδιους χαιρετισμούς οἱ Ἐκκλησίες τῆς Ἀσίας. Σᾶς στέλνουν πολλούς χαιρετισμούς ἐν Κυρίῳ ὁ Ἀκύλας καί ἡ Πρίσκιλλα μαζί μέ τούς Χριστιανούς πού συνάζονται στό σπίτι τους. 20 Σᾶς στέλνουν ἐγκάρδιους χαιρετισμούς ὅλοι οἱ ἀδελφοί. Ἀσπασθεῖτε ὁ ἕνας τόν ἄλλον μέ φίλημα ἅγιο. 21 Ὁ χαιρετισμός αὐτός γράφηκε ἀπό μένα τόν Παῦλο μέ τό ἴδιο μου τό χέρι. 22 Ἐάν κανείς δέν ἀγαπᾶ μέ τήν καρδιά του τόν Κύριο Ἰησοῦ Χριστό, ἄς εἶναι χωρισμένος ἀπό τό σῶμα τῆς Ἐκκλησίας. Ὁ Κύριος θά ἔλθει καί θά καταδικάσει κάθε ἀναθεματισμένο. 23 Σᾶς εὔχομαι ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νά εἶναι μαζί σας. 24 Ἡ ἐν Χριστῷ ἀγάπη μου ἄς εἶναι μέ ὅλους σας. Ἀμήν.