ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (4/2)

Εὐαγγέλιον: ἡμέρας, Τρ. ις΄ ἑβδ. Λουκᾶ (Μρ. ιβ΄ 18-27)

18 Καὶ ἔρχονται Σαδδου­καῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶ­ναι, καὶ ἐπηρώτων αὐτὸν λέ­γον­τες· 19 διδάσκαλε, Μωϋσῆς ἔ­γραψεν ἡμῖν ὅτι ἐάν τινος­ ἀδελφὸς ἀποθάνῃ καὶ κα­ταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖ­κα, καὶ ἀποθνήσκων οὐκ ἀ­­­­­­φῆκε σπέρμα. 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς οὐκ ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως. 22 καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή. 23 ἐν τῇ οὖν ἀναστάσει, ὅ­­­ταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔ­­­σχον αὐτὴν γυναῖκα. 24 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀνα­στῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐ­­­γείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θε­­­­­ὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἀ­­­βραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πο­λὺ πλανᾶσθε.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

18 Ἦλθαν κατόπιν σ’ αὐτόν οἱ Σαδδουκαῖοι, οἱ ὁποῖοι ἰσχυρίζονται ὅτι δέν ὑπάρχει ἀνάσταση νεκρῶν. Καί τόν ρώτησαν: 19 Διδάσκαλε, ὁ Μωυσῆς μᾶς ἔδωσε στό νόμο τήν ἑξῆς γραπτή ἐντολή: Ἄν ὁ ἀδελφός κάποιου πεθάνει κι ἀφήσει γυναίκα χήρα χωρίς ὅμως ν’ ἀφήσει παιδιά, πρέπει νά πάρει ὁ ἀδελφός του τή γυναίκα του καί νά δη­μι­­ουρ­γήσει ἀπόγονο γιά τόν ἄτεκνο ἀδελφό του πού πέθανε. 20 Ἦταν λοιπόν ἑπτά ἀδελφοί. Καί ὁ πρῶτος νυμφεύ­θηκε κάποια γυναίκα, κι ὅταν πέθανε, δέν ἄφησε ἀπό­γο­νο. 21 Κι ὁ δεύτερος ἀδελφός τή νυμφεύθηκε καί πέθανε. Κι οὔτε αὐτός ἄφησε ἀπόγονο. Κι ὁ τρίτος τό ἴδιο. 22 Καί τήν νυμφεύθηκαν καί οἱ ἑπτά ἀδελφοί καί δέν ἄφησαν ἀπόγονο. Τελευταία ἀπ’ ὅλους πέθανε καί ἡ γυναίκα. 23 Στήν ἀνάσταση λοιπόν, ὅταν θά ἀναστηθοῦν αὐτοί ὅλοι, σέ ποιόν ἀπ’ ὅλους αὐτούς θά ἀνήκει ὡς σύζυγος ἡ γυναίκα αὐτή; Διότι καί οἱ ἑπτά τήν πῆραν γιά σύ­­ζυγο. 24 Κι ὁ Ἰησοῦς τούς ἀπάντησε: Ἀκριβῶς γι’ αὐτό δέν βρί­σκεστε σέ πλάνη; Δέν ξέρετε δηλαδή τίς Γραφές, οἱ ὁποῖες δέν διδάσκουν ὑλιστική καί παχυλή ἀν­­­­τί­ληψη γιά τήν ἀνάσταση, ὅπως τήν φαντάζεσθε ἐσεῖς· ἀλλά οὔτε καί τή δύναμη τοῦ Θεοῦ ἀντιλαμβάνε­σθε, γιά τήν ὁποία τίποτε δέν εἶναι ἀδύνατο ἤ δύσκολο. Καί γι’ αὐτό ἀκριβῶς βρίσκεστε σέ πλάνη. 25 Κι ἀγνοεῖτε τίς Γραφές καί τή δύναμη τοῦ Θεοῦ, δι­ότι δέν ξέρετε ὅτι ὅταν ἀναστηθοῦν οἱ ἄνθρωποι ἀπ’ τούς νεκρούς, οὔτε οἱ ἄνδρες θά νυμφεύονται οὔτε οἱ γυ­ναῖκες θά παντρεύονται, ἀλλά θά εἶναι ὅλοι σάν τούς ἀγ­γέ­­λους πού ζοῦν στούς οὐρανούς, οἱ ὁποῖοι οὔτε πολ­λα­πλα­­σι­­άζονται οὔτε ἔχουν ἐπιθυμίες γάμου. 26 Ἐξάλλου γιά τό ὅτι πρόκειται πράγματι νά ἀνα­στη­θοῦν οἱ νεκροί, δέν διαβάσατε στό βιβλίο τοῦ Μωυσῆ, ἐκεῖ πού γίνεται λόγος γιά τή βάτο, πῶς τοῦ εἶπε ὁ Θε­ός αὐτά τά λόγια: Ἐγώ εἶμαι ὁ Θεός τοῦ Ἀβραάμ καί ὁ Θεός τοῦ Ἰσαάκ καί ὁ Θεός τοῦ Ἰακώβ; 27 Ὁ Θεός δέν εἶναι Θεός νεκρῶν, ἀλλά ζωντανῶν. Γιά νά λέει λοιπόν τά λόγια αὐτά ὁ Θεός γιά τούς τρεῖς πατριάρχες, σημαίνει ὅτι ἐνῶ αὐτοί εἶχαν πεθάνει πρίν ἀπό πολύ καιρό, ἦταν καί εἶναι ζωντανοί. Ἐσεῖς λοιπόν βρίσκεστε σέ μεγάλη πλάνη.