Εὐαγγελικό Ἀνάγνωσμα (7/12)

Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιβ΄ ἑβδ. Λουκᾶ (Λκ. κ΄ 27-44)

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγον­τες μὴ εἶναι ἀνάστασιν, ἐ­­­πηρώτησαν αὐτὸν 28 λέγοντες· διδάσκαλε, Μω­­­­­­­­­ϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔ­­­­­χων γυναῖκα, καὶ οὗτος ἄ­τε­κνος ἀποθάνῃ, ἵνα λά­βῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρ­­μα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦ­­σαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέ­θανεν ἄτεκνος· 31 καὶ ὁ τρίτος ἔλαβεν αὐ­τὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· 32 ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. 33 ἐν τῇ ἀναστάσει οὖν τί­νος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34 καὶ ἀποκριθεὶς εἶπεν αὐ­τοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰ­ῶνος τούτου γαμοῦσι καὶ ἐκ­γαμίζονται· 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νε­κρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· 36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰ­σι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύ­ριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θε­ὸν Ἰακώβ. 38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες­ γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας. 40 οὐκέτι δὲ ἐτόλμων ἐπε­ρωτᾶν αὐτὸν οὐδέν. 41 Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι; 42 καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

27 Πλησίασαν τότε τόν Ἰησοῦ μερικοί ἀπό τούς Σαδ­δουκαίους, οἱ ὁποῖοι ἰσχυρίζονται ὅτι δέν ὑπάρχει ἀνά­σταση, καί τόν ρώτησαν 28 τό ἑξῆς: Διδάσκαλε, ὁ Μωυσῆς μᾶς ἔδωσε γραπτή ἐντολή στό νόμο: Ἐάν κάποιου ὁ ἀδελφός πεθάνει ἔγ­γα­μος ἀλλά ἄτεκνος, πρέπει νά πάρει ὁ ἀδελφός του τή χήρα γυναίκα καί νά γεννήσει μ’ αὐτήν ἀπογόνους γιά τό νεκρό καί ἄτεκνο ἀδελφό του. 29 Ἦταν λοιπόν ἑπτά ἀδέλφια. Καί ὁ πρῶτος νυμφεύθηκε μία γυναίκα καί πέθανε ἄτεκνος. 30 Τήν πῆρε καί ὁ δεύτερος τή γυναίκα αὐτή· ἀλλά κι αὐτός πέθανε ἄτεκνος. 31 Ἐπίσης τήν πῆρε καί ὁ τρίτος, ὅπως κι ὁ δεύτερος. Τό ἴδιο λοιπόν ἔκαναν καί οἱ ἑπτά. Δέν ἄφησαν ὅμως παιδιά καί πέθαναν. 32 Ὕστερα ἀπ’ ὅλους πέθανε καί ἡ γυναίκα. 33 Ὅταν λοιπόν ἀναστηθοῦν οἱ νεκροί, σέ ποιόν ἀπό τούς ἑπτά ἀδελφούς θά γίνει σύζυγος; Διότι ὅλοι τήν εἶχαν πάρει γυναίκα. 34 Τότε τούς ἀπάντησε ὁ Ἰησοῦς: Αὐτοί πού ζοῦν στή ζωή αὐτή καί εἶναι παιδιά τοῦ πρόσκαιρου αὐτοῦ κό­σμου, αὐτοί παντρεύονται καί ἔπειτα παντρεύουν καί τούς ἀπογόνους τους. 35 Ὅσοι ὅμως ἀξιωθοῦν ν’ ἀπολαύσουν τό μελλο­ν­τικό καί οὐράνιο ἐκεῖνον αἰώνα καί κόσμο καί ν’ ἀνα­στηθοῦν ἔνδοξα ἀπό τούς νεκρούς, οὔτε οἱ ἴδιοι θά παν­τρεύ­ονται, οὔτε θά παντρεύουν τούς ἀπογόνους τους. 36 Ἀλλά καί δέν θά ὑπάρχει ἡ ἀνάγκη τοῦ γάμου. Δι­ό­τι ἕνας ἀπό τούς σκοπούς τοῦ γάμου εἶναι νά προ­λά­βει τήν ἐξάλειψη τοῦ ἀνθρώπινου γένους ἀπό τό θά­­­­­νατο. Στήν ἄλλη ζωή ὅμως δέν θά ὑπάρχει ἡ ἀνάγκη τοῦ γάμου, δι­ότι οἱ ἄνθρωποι ἐκεῖ πλέον δέν θά εἶναι δυνατόν νά πεθάνουν, ἀφοῦ θά ἔχουν φύση ἄ­φθαρ­τη καί ἀθάνατη, ὅπως οἱ ἄγγελοι, καί θά εἶναι υἱ­οί τοῦ Θεοῦ. Τά σώματά τους δέν θά προέρχονται ἀπό σαρκική γέννηση, ἀλλά θά ξαναγεννηθοῦν μέ τήν ἀνάσταση, πού θά πραγματοποιήσει ἡ ἄμεση ἐ­πέμ­­βαση τοῦ Θεοῦ καί ὄχι ἡ παρέμβαση σαρκικῶν γο­νέων. 37 Τό ὅτι ἄλλωστε ἀνασταίνονται οἱ νεκροί τό φανέρωσε καί ὁ Μωυσῆς στό σημεῖο ἐκεῖνο τῆς Ἁγίας Γραφῆς πού γίνεται λόγος γιά τή βάτο· ἐκεῖ δηλαδή πού λέει ὅτι ὁ Κύριος εἶναι ὁ Θεός τοῦ Ἀβραάμ καί ὁ Θεός τοῦ Ἰσαάκ καί ὁ Θεός τοῦ Ἰακώβ. 38 Ὁ Θεός ὅμως δέν εἶναι Θεός νεκρῶν, πού ἐκ­μη­δε­νί­στηκαν ἀπό τό θάνατο, ἀλλά Θεός ζωντανῶν. Διότι γιά τόν Θεό ὅλοι εἶναι ζωντανοί, κι αὐτοί ἀκόμη πού γιά μᾶς εἶναι πεθαμένοι. Ἐξακολουθοῦν νά ζοῦν καί νά βρίσκονται σέ σχέση καί κοινωνία μαζί του· δέν βρίσκονται σέ κατάσταση λήθαργου καί ἀναι­σθη­σίας. 39 Τότε μερικοί ἀπ’ τούς γραμματεῖς πού πίστευαν στήν ἀνάσταση τοῦ εἶπαν: Σωστά τά εἶπες, Διδάσκαλε. 40 Ἀπό τότε δέν τολμοῦσαν πιά νά τόν ρωτοῦν τίποτε, διότι πάντοτε ἔβγαινε νικητής στή συζήτηση μαζί τους. 41 Τότε τούς ρώτησε κι ὁ Ἰησοῦς: Πῶς λένε οἱ διδάσκαλοί σας ὅτι ὁ Μεσσίας Χριστός εἶναι ἀπόγονος τοῦ Δαβίδ; 42 Καί πῶς ἀπό τό ἄλλο μέρος ὁ ἴδιος ὁ Δαβίδ λέει στό βιβλίο τῶν Ψαλμῶν: Εἶπε ὁ Κύριος καί Θεός στόν Κύριό μου Χριστό: Κάθισε πάνω στό θρόνο μου στά δεξιά μου, δοξασμένος καί τιμημένος μαζί μου, 43 ὥσπου νά βάλω τούς ἐχθρούς σου νικημένους κάτω ἀπό τά πόδια σου σάν βάθρο, πάνω στό ὁποῖο θά πα­τοῦν; 44 Ὁ Δαβίδ λοιπόν τόν ὀνομάζει Κύριο. Πῶς ὅμως τότε μπορεῖ νά εἶναι υἱός του; Εἶναι σωστό ὁ πρόγονος νά ὀνομάζει Κύριο τόν τρισέγγονο καί ἀπόγονό του; Αὐτό σημαίνει ὅτι ὁ Μεσσίας δέν εἶναι μόνο υἱός τοῦ Δαβίδ ἀλλά καί Υἱός τοῦ Θεοῦ· καί ὡς Υἱός τοῦ Θεοῦ εἶναι καί Κύριος τοῦ Δαβίδ.