Ἀποστολικό Ἀνάγνωσμα (16/12)

Ἀπόστολος: ἡμέρας, Τετ. κη΄ ἑβδ. ἐπιστολῶν (Β΄ Τιμ. δ΄ 9-22)

9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ἐγκατέ­λιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην, ὃν ἀπέλι­πον ἐν Τρῳάδι παρὰ Κάρ­πῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. 16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυ­γμα πληροφορηθῇ καὶ ἀ­­κούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18 καὶ ρύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ’ ὑμῶν· ἀμήν.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

9 Προσπάθησε νά ἔλθεις γρήγορα κοντά μου. 10 Σέ θέλω κοντά μου, διότι ὁ Δημᾶς μέ ἐγκατέλειψε, ἐπειδή ἀγάπησε τή ματαιότητα τοῦ κόσμου αὐτοῦ, καί πῆγε στή Θεσσαλονίκη. Ὁ Κρήσκης πῆγε στή Γαλατία, ὁ Τίτος στή Δαλματία. 11 Μόνο ὁ Λουκᾶς εἶναι μαζί μου. Πάρε τόν Μᾶρκο καί φέρ’ τον μαζί σου. Διότι μοῦ εἶναι χρήσιμος γιά νά μέ δια­κονεῖ καί νά μέ βοηθεῖ. 12 Τόν Τυχικό τόν ἔστειλα στήν Ἔφεσο. 13 Καθώς θά ἔρχεσαι, φέρε τό χοντρό πανωφόρι πού ἄφησα στήν Τρωάδα στό σπίτι τοῦ Κάρπου. Φέρε μαζί σου καί τά βιβλία, καί προπαντός τίς μεμβράνες. 14 Ὁ Ἀλέξανδρος ὁ χαλκουργός μοῦ ἔκανε πολλά κα­κά. Ἄς τοῦ ἀποδώσει ὁ Κύριος σύμφωνα μέ τά ἔργα του. 15 Νά φυλάγεσαι κι ἐσύ ἀπ’ αὐτόν. Διότι ἐναντιώθηκε πο­λύ καί πολέμησε τούς λόγους πού κηρύττουμε κι ἐγώ κι ἐσύ. 16 Στήν πρώτη μου ἀπολογία δέν ἦλθε κανείς μαζί μου, ἀλλά ὅλοι μέ ἐγκατέλειψαν. Μακάρι νά μήν τούς τό λογαριάσει ὁ Κύριος. 17 Ὅμως μοῦ παραστάθηκε καί μοῦ ἔδωσε δύναμη ὁ Κύριος, γιά νά μπορέσω νά ἐκθέσω μέ πληρότητα καί ἀξιοπιστία τό κήρυγμα τοῦ Εὐαγγελίου καί νά τό ἀκού­σουν ὅλοι οἱ ἐθνικοί. Γλύτωσα ἀπό τό στόμα τοῦ λιο­ντα­ρι­οῦ. Τόσο μεγάλο κίνδυνο διέτρεξα. 18 Ὁ Κύριος θά μέ γλυτώσει καί στό μέλλον ἀπό κάθε ἐπιβουλή καί ἐπίθεση τοῦ πονηροῦ καί τῶν ὀργάνων του καί θά μέ διαφυλάξει σῶο γιά τήν ἐπουράνια βασιλεία του. Σ’ αὐτόν ἄς εἶναι ἡ δόξα στούς αἰῶνες τῶν αἰώνων. Ἀμήν. 19 Χαιρέτησε τήν Πρίσκα καί τόν Ἀκύλα καί τήν οἰκο­γέ­νεια τοῦ Ὀνησιφόρου. 20 Ὁ Ἔραστος ἔμεινε στήν Κόρινθο, ἐνῶ τόν Τρόφιμο τόν ἄφησα ἄρρωστο στή Μίλητο. 21 Φρόντισε νά ἔλθεις προτοῦ πιάσει ὁ χειμώνας. Σέ χαιρετᾶ ὁ Εὔβουλος καί ὁ Πούδης καί ὁ Λίνος καί ἡ Κλαυδία καί ὅλοι οἱ ἀδελφοί. 22 Σοῦ εὔχομαι ὁ Κύριος Ἰησοῦς Χριστός νά εἶναι μαζί μέ τό πνεῦμα σου. Ἡ χάρις τοῦ Θεοῦ νά εἶναι μαζί σας. Ἀμήν.