Ἀπόστολος: ἡμέρας, Δευτ. λ΄ ἑβδ. ἐπιστολῶν (Ἑβρ. η΄ 7-13)
7 εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8 μεμφόμενος γὰρ αὐτοῖς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, 9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· 10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν· 12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. 13 ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
7 Εἶναι πραγματικά ἀνώτερη καί καλύτερη ἡ νέα διαθήκη. Διότι ἐάν ἡ πρώτη ἐκείνη ἦταν τέλεια καί δέν εἶχε ἐλλείψεις, δέν θά ὑπῆρχε ἀνάγκη νά εἰσαχθεῖ καί νά συναφθεῖ δεύτερη. 8 Αὐτή μάλιστα ἡ δεύτερη διαθήκη προφητεύθηκε ἀπό τό ἴδιο τό Ἅγιον Πνεῦμα. Διότι κατηγορώντας ὁ Θεός ἐκείνους πού ἔλαβαν τήν πρώτη διαθήκη λέει διαμέσου τοῦ προφήτη Ἱερεμία: Ἰδού ἔρχονται ἡμέρες, λέει ὁ Κύριος, καί θά συνάψω νέα διαθήκη μέ τόν οἶκο τοῦ Ἰσραήλ καί μέ τόν οἶκο τοῦ Ἰούδα, δηλαδή μέ τόν νέο Ἰσραήλ τῆς χάριτος, τήν Ἐκκλησία. 9 Ἡ νέα αὐτή διαθήκη δέν θά εἶναι ὅμοια μ’ ἐκείνη πού ἔκανα μέ τούς προπάτορες τοῦ παλαιοῦ Ἰσραήλ καί τοῦ Ἰούδα τήν ἡμέρα πού τούς ἔπιασα ἀπό τό χέρι γιά νά τούς βγάλω ἐλεύθερους ἀπό τή γῆ τῆς Αἰγύπτου. Ἐκείνη ἡ διαθήκη θά καταργηθεῖ. Διότι αὐτοί δέν ἔμειναν πιστοί στή διαθήκη μου, καί γι’ αὐτό κι ἐγώ τούς ἐγκατέλειψα, λέει ὁ Κύριος. 10 Ἀντιθέτως, ἡ νέα διαθήκη τήν ὁποία θά συνάψω μέ τόν οἶκο τοῦ νέου πνευματικοῦ Ἰσραήλ ὕστερα ἀπό τίς ἡμέρες ἐκεῖνες, λέει ὁ Κύριος, θά εἶναι ἐτούτη: Θά δώσω δηλαδή τίς ἐντολές τοῦ νόμου μου μέσα στό νοῦ τους καί θά τίς γράψω ὄχι σέ λίθινες πλάκες, ἀλλά βαθιά στίς καρδιές τους. Ἐγώ θά εἶμαι γι’ αὐτούς ὁ Θεός, καί αὐτοί θά εἶναι γιά μένα ὁ ἐκλεκτός λαός μου. 11 Τότε δέν θά διδάσκει ὁ καθένας τους τό συμπατριώτη του, οὔτε θά λέει στόν ἀδελφό του· ἔλα νά γνωρίσεις τόν Κύριο. Διότι ὅλοι τους θά μέ γνωρίζουν, ἀπό τόν μικρότερο ἕως τόν μεγαλύτερο. 12 Καί θά μέ γνωρίζουν ὅλοι, διότι θά εἶμαι σπλαχνικός στίς ἀδικίες τους καί δέν θά θυμηθῶ πλέον τίς ἁμαρτίες καί τίς ἀνομίες τους. 13 Μιλώντας δηλαδή ὁ Θεός γιά «Νέα Διαθήκη», μ’ αὐτό πού εἶπε κατέστησε παλαιά τήν πρώτη. Κι ἐκεῖνο πού παλιώνει καί γηράσκει, κοντεύει νά ἐξαφανισθεῖ.