Εὐαγγελικό Ἀνάγνωσμα (28/12)

Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιε΄ ἑβδ. Λουκᾶ (Μρ. ι΄ 46-52)

46 Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μα­θητῶν αὐτοῦ καὶ ὄχλου ἱκα­­νοῦ, ὁ υἱὸς Τιμαίου Βαρτί­μαιος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολ­λοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολ­λῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυ­ΐδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φω­νοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμά­τιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς λέγει αὐ­­­τῷ ὁ Ἰησοῦς· τί σοι θέλεις­ ποιήσω; ὁ δὲ τυφλὸς εἶ­πεν αὐτῷ· ραββουνί, ἵνα ἀ­­­ναβλέψω. 52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐ­τῷ·­ ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέ­βλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

46 Ἔρχονται κατόπιν στήν Ἱεριχώ. Καί τήν ὥρα πού ἔβγαι­ναν ἀπό τήν πόλη αὐτός καί οἱ μαθητές του καί λα­ός πολύς, κοντά στό δρόμο καθόταν καί ζητιάνευ­ε ὁ τυφλός Βαρτίμαιος, ὁ γιός δηλαδή τοῦ Τιμαίου. 47 Κι ὅταν ἄκουσε ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος ἦταν ἐκεῖ, ἄρχισε νά κραυγάζει δυνατά καί νά λέει: Ἰησοῦ, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ πού σέ προανήγγειλαν οἱ προφῆτες, σπλαχνίσου με. 48 Πολλοί τότε ἄρχισαν νά τόν μαλώνουν καί νά τόν ἀναγκάζουν νά σιωπήσει. Αὐτός ὅμως πολύ περισσό­τερο φώναζε: Ἀπό­γονε τοῦ Δαβίδ, σπλαχνίσου με. 49 Τότε ὁ Ἰησοῦς διέκοψε τήν πορεία του καί εἶπε: Καλέστε τον. Φωνάζουν τότε τόν τυφλό καί τοῦ λένε: Ἔχε θάρρος· σήκω, σέ φωνάζει νά πᾶς ἐκεῖ. 50 Αὐτός λοιπόν, ἀφοῦ πέταξε τό ἐξωτερικό του ἔνδυμα γιά νά μήν τόν ἐμποδίζει στό τρέξιμό του, πετάχθηκε πά­νω κι ἔτρεξε πρός τόν Ἰησοῦ. 51 Τότε ὁ Ἰησοῦς ἀπευθύνθηκε σ’ αὐτόν καί τόν ρώτησε: Τί θέλεις νά σοῦ κάνω; Κι ὁ τυφλός τοῦ ἀποκρίθηκε: Δι­δά­σκαλε, θέλω νά ἀποκτήσω πάλι τό φῶς μου καί νά ξα­ναδῶ. 52 Κι ὁ Ἰησοῦς τοῦ εἶπε: Πήγαινε. Ἡ πίστη πού ἔχεις ὅτι ἐγώ μπορῶ νά σοῦ δώσω τό φῶς τῶν ματιῶν σου, σέ ἔσωσε ἀπό τήν ἀθεράπευτη τύφλωσή σου. Κι ἀμέσως ἀπέκτησε πάλι τό φῶς του. Καί γεμάτος εὐγνωμοσύνη ἀκολουθοῦσε τόν Ἰησοῦ στό δρόμο πού βάδιζε πηγαίνοντας στά Ἱεροσόλυμα.