Ἡ Μεταμόρφωση τοῦ Σωτῆρος – Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 6 Αὐγούστου 2023

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 6 Αὐγούστου 2023, Ἡ Μεταμόρφωση τοῦ Σωτῆρος (Ματθ. ιζ΄ 1-9)

Καὶ μεθ᾿ ἡμέρας ἓξ παρα­λαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰω­άννην τὸν ἀδελφὸν αὐ­τοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄ­­­ρος ὑψηλὸν κατ᾿ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥ­­­λιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγέ­νετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκία­­σεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός­­ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐ­­­γέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλ­μοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

 

ΕΡΜΗΝΕΙΑ Π.Ν. ΤΡΕΜΠΕΛΑ

Ὕστερα ἀπό ἕξι ἡμέρες ὁ Ἰησοῦς πῆρε μαζί του τόν Πέτρο, τόν Ἰάκωβο καί τόν Ἰωάννη τόν ἀδελφό του καί τούς ἀνέβασε σ’ ἕνα ψηλό βουνό, ἰδιαιτέρως μόνον αὐτούς. 2 Καί ἐκεῖ μεταμορφώθηκε μπροστά τους· κι ἔγινε τό πρόσωπό του λαμπρό σάν τόν ἥλιο, καί τά ἐνδύματά του λευκά σάν τό φῶς. 3 Καί τότε ἐμφανίσθηκαν σ’ αὐτούς ὁ Μωυσῆς καί ὁ Ἠλίας, οἱ ὁποῖοι συνομιλοῦσαν μαζί του. 4 Ὁ Πέτρος τότε εἶπε στόν Ἰησοῦ: Κύριε, εἶναι ὡραῖα νά μείνουμε ἐδῶ. Ἄν θέλεις, ἄς κάνουμε ἐδῶ τρεῖς σκηνές· μία γιά σένα καί μία γιά τόν Μωυσῆ καί μία γιά τόν Ἠλία. 5 Κι ἐνῶ αὐτός μιλοῦσε ἀκόμη, ξαφνικά μιά νεφέλη γεμάτη φῶς τούς σκέπασε. Καί ξαφνικά ἀκούστηκε φωνή ἀπό τή νεφέλη πού ἔλεγε: Αὐτός εἶναι ὁ υἱός μου, πού ἐξαιρετικά τόν ἀγαπῶ καί στόν ὁποῖο εὐαρεστήθηκα. Νά ὑπακοῦτε σ’ αὐτόν. 6 Μόλις οἱ μαθητές ἄκουσαν τή φωνή αὐτή, ἔπεσαν μέ τό πρόσωπο στό χῶμα καί φοβήθηκαν πάρα πολύ. 7 Τότε τούς πλησίασε ὁ Ἰησοῦς, τούς ἄγγιξε καί τούς εἶπε: Σηκωθεῖτε καί μή φοβάστε. 8 Κι ὅταν αὐτοί σήκωσαν τά μάτια τους, δέν εἶδαν κανέναν ἄλλο παρά μόνο τόν Ἰησοῦ. 9 Καί καθώς κατέβαιναν ἀπό τό βουνό, τούς παρήγγειλε ὁ Ἰησοῦς καί τούς εἶπε: Μήν πεῖτε σέ κανέναν αὐτό πού εἴδατε, μέχρι νά ἀναστηθεῖ ὁ υἱός τοῦ ἀνθρώπου ἀπό τούς νεκρούς· τότε δέν θά ὑπάρχει κίνδυνος ἄκαιρων ἐνθουσιασμῶν τοῦ πλήθους, ἀλλά καί τό γεγονός αὐτό θά καταστεῖ περισσότερο κατανοητό καί πιστευτό.