Κυριακὴ τoῦ Τυφλοῦ – Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουνίου 2024

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουνίου 2024, Κυριακὴ τoῦ Τυφλοῦ (Ἰωάν. θ΄ 1-38)

Καὶ παράγων εἶδεν ἄν­θρω­πον τυφλὸν ἐκ γε­νε­τῆς. 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραβ­βί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γο­νεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανε­ρωθῇ τὰ ἔργα τοῦ Θε­οῦ ἐν αὐτῷ. 4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσε χα­-μαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέ­χρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ 7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. 8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλ­μοί; 11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶ­πεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλ­μοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελ­θὼν δὲ καὶ νιψάμενος ἀνέβλε­ψα. 12 εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶ­δα. 13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐ­τὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐ­τοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄν­θρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύ­­­­­­­­­­­­­­­­­­ναται ἄνθρωπος ἁ­μαρ­­τωλὸς τοιαῦτα σημεῖα ποι­­εῖν; καὶ σχίσμα ἦν ἐν αὐ­τοῖς. 17 λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐ­τοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. 18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέ­ψαντος 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; 20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συν­ετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γέ­νη­ται. 23 διὰ τοῦτο οἱ γονεῖς αὐ­-τοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. 24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσα­τε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκεί­νου· ἡμεῖς δὲ τοῦ Μωϋ­σέως ἐσμὲν μαθηταί. 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋ­σεῖ λελάληκεν ὁ Θεός· τοῦ­τον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅ­τι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. 31 οἴδαμεν δὲ ὅτι ἁμαρτω­λῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκού­σθη ὅτι ἤνοιξέ τις ὀφθαλ­μοὺς τυφλοῦ γεγεννημένου. 33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεν­νήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. 35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑ­ρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶ-πε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λα­λῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐ­τῷ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

Καθώς ὁ Ἰησοῦς περνοῦσε ἀπό τό κέντρο τῆς πόλε­ως, εἶδε ἕναν ἄνθρωπο πού εἶχε γεννηθεῖ τυφλός. 2 Τότε οἱ μαθητές του τόν ρώτησαν: Διδάσκαλε, ποιός ἁμάρτησε γιά νά γεννηθεῖ ὁ ἄν­θρω­­πος αὐτός τυφλός; Ἁμάρ­τησε ὁ ἴδιος, ὅταν ἦταν ἀκόμη μέσα στήν κοι­λιά τῆς μητέρας του, ἤ ἁμάρ­τησαν οἱ γονεῖς του καί τιμω­ρεῖ­ται αὐτός γιά τίς ἁμαρτίες τους; 3 Κι ὁ Ἰησοῦς τούς ἀπάντησε: Οὔτε αὐτός ἁμάρτησε, οὔτε οἱ γονεῖς του. Ἀλλά γεννήθηκε τυφλός γιά νά φα­­νε­­­ρω­θοῦν μέ τήν ὑπερφυσική θεραπεία τῶν ματιῶν του τά ἔργα πού ἐπιτελεῖ ἡ δύναμη καί ἡ ἀγα­θό­­τητα τοῦ Θε­οῦ. 4 Ἐγώ, ὅσο ζῶ στή ζωή αὐτή, πρέπει νά ἐρ­γά­ζομαι γιά τή σωτηρία τοῦ ἀνθρώπου τά ἔργα τοῦ Θεοῦ, πού μέ ἔστειλε στόν κόσμο. Ἔρχεται ὅμως ἡ μέλλουσα ζω­ή, καί ὅπως στή διάρκεια τῆς νύχτας στα­μα­­­τοῦν τά ἔρ­­γα τους οἱ ἄνθρωποι, ἔτσι καί τότε κα­νείς πιά δέν θά μπορεῖ νά ἐργάζεται γιά νά ὁλο­κληρώσει τήν ἀπο­­­στο­­λή του. Δέν πρέπει λοιπόν οὔτε στιγ­­μή νά χά­νω. 5 Ἐφόσον εἶμαι στόν κόσμο, εἶμαι φῶς τοῦ κόσμου μέ τή διδασκαλία καί τά θαύματά μου. 6 Κι ἀφοῦ εἶπε αὐτά, ἔφτυσε κάτω καί ἔκανε πηλό, καί ἔχρισε μ’ αὐτόν τά μάτια τοῦ τυφλοῦ. 7 Καί δοκιμάζοντας τήν πίστη τοῦ τυφλοῦ τοῦ εἶπε: Πήγαινε, νίψου στή στέρνα τοῦ Σιλωάμ, ὄνομα ἑβραϊκό πού μεταφράζεται «ἀπεσταλμένος». Ὕστερα λοιπόν ἀπό τήν ἐντολή αὐτή τοῦ Ἰησοῦ πῆγε ὁ τυφλός ἐκεῖ καί νίφτη­κε, καί ἦλθε στό σπίτι του μέ μάτια ὑγιή. 8 Τότε οἱ γείτονες κι ὅσοι τόν ἔβλεπαν προηγουμένως ὅτι ἦταν τυφλός, ἔλεγαν: Δέν εἶναι αὐτός πού κα­­θόταν καί ζητοῦσε ἀπό τούς διαβάτες ἐλεημοσύνη; 9 Μερικοί ἔλεγαν: Αὐτός εἶναι. Ἄλλοι ὅμως ἔλεγαν ὅτι δέν εἶναι αὐτός, ἀλλά κάποιος ἄλλος πού τοῦ μοιάζει. Ὁ ἴδιος ἔλεγε ὅτι ἐγώ εἶμαι ὁ τυφλός πού παλιότε­­ρα ζητοῦσα ἐλεημοσύνη. 10 Μετά λοιπόν ἀπό τή βεβαίωση αὐτή τοῦ τυφλοῦ τόν ρώ­τησαν ἐκεῖνοι: Πῶς θεραπεύθηκαν τά μάτια σου; 11 Κι ἐκεῖνος τούς ἀπάντησε: Ἕνας ἄνθρωπος πού ὀνο­­­μάζεται Ἰησοῦς ἔκανε πηλό καί μοῦ ἄλειψε μ’ αὐτόν τά μάτια καί μοῦ εἶπε: Πήγαινε στήν κολυμβήθρα τοῦ Σι­λωάμ καί νίψου. Πῆγα λοιπόν ἐκεῖ καί νίφτηκα, καί βρῆ­κα τό φῶς μου. 12 Μετά ἀπό τήν πληροφορία αὐτή τοῦ τυφλοῦ πού εἶχε θεραπευθεῖ τοῦ εἶπαν οἱ Ἰουδαῖοι: Ποῦ εἶναι ἐκεῖ­νος; Δέν ξέρω, τούς ἀπάντησε. 13 Τόν ὁδήγησαν τότε στούς Φαρισαίους, αὐτόν πού ἦταν κάποτε τυφλός καί εἶχε ἤδη θεραπευθεῖ ὁριστικά. 14 Ἡ ἡμέρα μάλιστα πού ἔφτιαξε ὁ Ἰησοῦς τόν πηλό καί τοῦ ἄνοιξε τά μάτια ἦταν Σάββατο. 15 Ὅταν λοιπόν τόν ὁδήγησαν στούς Φαρισαίους, ἄρ­χι­­σαν κι αὐτοί νά τόν ἀνακρίνουν καί νά τόν ρωτοῦν πά­­λι πῶς θεραπεύθηκε καί βρῆκε τό φῶς του. Κι ἐκεῖ­­­­νος τούς εἶπε: Αὐτός πού μέ θεράπευσε μοῦ ἔβαλε πη­­­λό πάνω στά μάτια μου καί μετά ἐγώ πλύθηκα καί βλέ­­­­­πω. 16 Μερικοί ἀπό τούς Φαρισαίους ἔλεγαν: Αὐ­τός ὁ ἄν­θρω­πος δέν μπορεῖ νά εἶναι σταλμένος ἀπό τόν Θεό, διότι δέν τηρεῖ τήν ἀργία τοῦ Σαββάτου. Ἄλλοι ἔλεγαν: Πῶς εἶ­ναι δυνατόν ἕνας ἄνθρωπος ἁμαρτωλός νά κάνει τέτοια ἀποδεικτικά καί σημαδιακά θαύματα; Καί δια­φω­νοῦ­σαν μεταξύ τους. 17 Κι ἐπειδή ἡ διαφωνία τους συνεχιζόταν, ἄρχισαν πάλι νά ἐξετάζουν τόν τυφλό, καί τόν ρώτησαν: Ἐσύ τί λές γιά τόν ἄνθρωπο αὐτό; Πρέπει νά ἀκουστεῖ καί ἡ δι­κή σου γνώμη· διότι τά δικά σου μάτια θεράπευσε ἐκεῖ­νος κι ἐσύ περισσότερο ἀπό κάθε ἄλλον γνωρίζεις τά περι­στατικά τῆς θεραπείας σου. Κι αὐτός τούς ἀπά­ντη­­σε: Ἐγώ λέω ὅτι εἶναι προφήτης. 18 Μετά λοιπόν ἀπό τόν χαρακτηρισμό αὐτό πού ἔδωσε γιά τόν Ἰησοῦ ὁ τυφ­λός πού θεραπεύθηκε, οἱ Ἰουδαῖοι δυ­σαρεστήθηκαν. Δέν ἐννοοῦσαν νά πιστέψουν ὅτι αὐ­τός ἦταν τυφλός καί ἀπέκτησε πραγ­ματικά τό φῶς του· ὥσπου ἀποφάσισαν νά καλέσουν τούς γονεῖς τοῦ ἀν­θρώ­που αὐτοῦ πού ἀπέκτησε τό φῶς του. 19 Καί τούς ρώτησαν: Αὐτός εἶναι ὁ γιός σας, πού ἐπι­μέ­­νετε νά βεβαιώνετε ὅτι γεννήθηκε τυφλός; Πῶς λοιπόν, ἀφοῦ γεννήθηκε τυφλός, τώρα βλέπει; 20 Οἱ γονεῖς του τότε τούς ἀποκρίθηκαν: Γνωρίζουμε κα­­λά ὅτι αὐτός εἶναι ὁ γιός μας καί ὅτι γεννήθηκε τυφλός. 21 Πῶς ὅμως τώρα βλέπει δέν ξέρουμε. Ἤ ποιός τοῦ θεράπευσε καί τοῦ ἄνοιξε τά μάτια, ἐμεῖς δέν ξέρουμε. Αὐτός δέν εἶναι μικρό παιδί, ἔχει ὥριμη ἡλικία, καί συ­νε­πῶς ἀντιλήφθηκε πῶς καί ἀπό ποιόν ἔγινε ἡ θεραπεία του. Αὐτόν λοιπόν ρω­τῆ­στε, αὐτός μπορεῖ νά μιλήσει γιά τόν ἑαυτό του καί θά σᾶς πεῖ τί τοῦ συνέβη. 22 Καί μίλησαν μέ τόν τρόπο αὐτό οἱ γονεῖς τοῦ τυ­φλοῦ, ἐπειδή φοβοῦνταν τούς Ἰουδαίους ἄρχοντες. Δι­ό­­τι αὐτοί πρίν ἀπό πολύ καιρό εἶ­­­χαν συμ­φω­νήσει νά ἀποκηρυχθεῖ, νά ἀφορισθεῖ καί νά ἀπο­δι­ωχθεῖ ἀπό τή συναγωγή ὅποιος θά τολμοῦσε νά ὁμο­λο­γήσει ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Μεσσίας. 23 Ἐπειδή λοιπόν φοβοῦνταν οἱ γονεῖς του μήπως ἀπο­δι­ωχθοῦν κι αὐτοί ἀπό τή συναγωγή, γι’ αὐτό εἶ­παν ὅτι ἔχει ὥριμη ἡλικία ὁ γιός μας, αὐτόν ρωτῆστε. 24 Ἀφοῦ λοιπόν οἱ Ἰουδαῖοι δέν μπόρεσαν νά πλη­ρο­φο­­­ρηθοῦν τίποτε ἀπό τούς γονεῖς τοῦ τυφλοῦ γιά νά δι­­­α­­­­­ψεύσουν τή θεραπεία του ἤ γιά νά κατακρίνουν τόν Ἰησοῦ, κάλεσαν γιά δεύτερη φορά τόν ἄνθρωπο πού ἦταν τυφλός καί τοῦ εἶπαν: Δόξασε τόν Θεό ὁμο­­­­­­­­­­­λο­γώντας ὅτι πλανήθηκες καί ἀναγνωρίζοντας τήν ἀλή­­­­­­­­­­­θεια γι’ αὐτόν πού σέ θεράπευσε. Ἐμεῖς λόγῳ τῆς θέ­­­­σεως καί τοῦ ἀξιώματός μας ξέρουμε καλά ὅτι ὁ ἄν­θρω­­­­­­­­­­­­πος αὐτός πού καταλύει τήν ἀργία τοῦ Σαβ­βά­του εἶ­­­­ναι ἁμαρτωλός. 25 Ἐκεῖνος τότε τούς ἀπάντησε: Ἐάν ὁ ἄν­θρωπος αὐ­τός εἶναι ἁμαρτωλός δέν τό ξέρω, καί γι’ αὐτό ἀπο­φεύ­γω νά ἐκ­φράσω γνώμη γι’ αὐτό. Ξέρω ὅμως καλά ἕνα πράγμα, ὅτι δηλαδή ἐνῶ λίγο πιό πρίν ἤμουν τυφλός, τώ­ρα βλέ­πω. 26 Ἐπειδή ὅμως ἡ νέα αὐτή βεβαίωση τοῦ πρώην τυ­φλοῦ δέν τούς ἄρεσε, τοῦ εἶπαν πά­λι: Τί σοῦ ἔκανε; Πῶς σέ θεράπευσε καί πῶς σοῦ ἄνοιξε τά μάτια; 27 Μόλις πρίν ἀπό λίγο σᾶς τό εἶπα, τούς ἀπάντησε, καί δέν θελήσατε νά προσέξετε καί νά παραδε­χθεῖ­τε ὅ,τι σᾶς εἶπα. Γιατί τώρα θέλετε νά ἀκούσετε πάλι τά ἴδι­­α; Μήπως θέλετε κι ἐσεῖς νά γίνετε μαθητές του; 28 Τότε τοῦ μίλησαν ὑβριστικά καί περιφρονητι­κά καί τοῦ εἶπαν: Ἐσύ εἶσαι μαθητής ἐκείνου. Ἐμεῖς ὅμως εἴμα­στε μαθητές τοῦ Μωυσῆ. 29 Ἐμεῖς, πού εἴμαστε σπουδασμένοι καί ἀναγνω­ρι­σμέ­­νοι ἄρχοντες τοῦ ἔθνους, ξέρουμε ὅτι ὁ Θεός ἔχει μιλήσει στό Μωυσῆ καί σέ κανέναν ἄλλον. Αὐτός μᾶς εἶναι ἄγνωστος καί δέν ξέρουμε ἀπό ποῦ εἶναι καί ἀπό ποῦ στάλθηκε. 30 Τότε αὐτός τούς ἀπάντησε: Ἀλλά αὐτό ἀκριβῶς τό γεγονός προκαλεῖ θαυμασμό καί ἔκ­πλη­ξη! Ὅτι δηλαδή ἐσεῖς δέν ξέρετε τόν ἄνθρωπο αὐτό ἐάν ἔχει σταλεῖ ἀπό τόν Θεό καί ἀπό ποῦ εἶναι, καί ὅμως αὐτός ὁ ἄγνωστος σέ σᾶς μοῦ ἄνοιξε τά μάτια. 31 Εἶναι ὅμως γνωστό καί τό ξέρουμε ὅλοι ὅτι ὁ Θεός δέν ἀκούει τούς ἁμαρτωλούς. Ἀλλά ἐάν κάποιος σέβεται τόν Θεό καί ἐφαρμόζει τό θέλημά του, αὐτόν ὁ Θεός τόν ἀκούει. 32 Ἀπό τότε πού ἔγινε ὁ κόσμος δέν ἀκούστηκε ποτέ νά ἔχει θεραπεύσει κανείς μάτια ἀνθρώπου πού νά ἔχει γεννη­θεῖ τυφλός. Πρώτη φορά ἔγινε τέτοιο θαῦμα, καί αὐτός πού τό ἔκανε πρέπει νά ἔχει θεϊκή ἀποστολή. 33 Ἐάν ὁ ἄνθρωπος αὐτός δέν ἦταν ἀπεσταλμένος ἀπό τόν Θεό, δέν θά μποροῦσε νά κάνει τίποτε, οὔτε τό παραμικρό θαῦμα. 34 Τοῦ ἀποκρίθηκαν τότε ἐκεῖνοι: Ἐσύ γεννήθηκες βουτηγμένος ὁλόκληρος στήν ἁμαρτία, ὅπως ἀποδεικνύεται ἀπό τήν τύφλωση πού εἶχες ἀπ’ τήν κοιλιά τῆς μητέρας σου. Καί σύ ὁ ἄθλιος καί ἁμαρτωλός κάνεις τό δάσκαλο σέ μᾶς, πού εἴμαστε οἱ πιό σπουδαγμένοι ἀπ’ ὅλους τούς Ἰουδαίους; Καί τόν πέταξαν ἔξω ἀπ’ τόν τόπο πού συ­­νεδρί­α­­­­­­ζαν, σκοπεύοντας νά τόν ἀφορίσουν καί νά τοῦ ἀπα­γο­­­ρεύσουν νά συμμετέχει πλέον στίς λατρευτικές τελετές τοῦ ναοῦ. 35 Στό μεταξύ ἄκουσε ὁ Ἰησοῦς ὅτι τόν πέταξαν ἔξω γιά τήν παρρησία μέ τήν ὁποία διεκήρυττε τήν ἀλήθεια, καί ἀφοῦ τόν βρῆκε, τοῦ εἶπε: Ἐσύ, ἀντίθετα μέ τούς ἄπι­­στους Ἰουδαίους, πιστεύεις στόν Υἱό τοῦ Θεοῦ; 36 Κι ἐκεῖνος τοῦ ἀποκρίθηκε: Καί ποιός εἶναι αὐτός, Κύριε, γιά νά τόν πιστέψω; 37 Τοῦ εἶπε τότε ὁ Ἰησοῦς: Μά τόν ἔχεις κιόλας δεῖ μέ τά μάτια σου. Αὐτός πού μιλάει αὐτή τή στιγμή μαζί σου, αὐτός εἶναι ὁ Υἱός τοῦ Θεοῦ. 38 Τότε ἐκεῖνος εἶπε: Πιστεύω, Κύριε. Καί τόν προσκύνησε ὡς Υἱό τοῦ Θεοῦ καί Κύριο.