Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως – Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Δεκεμβρίου 2024

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 22 Δεκεμβρίου 2024, Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως (Ματθ. α΄ 1-25)

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
3 Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, 10 Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, 11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, 13 Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, 14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, 15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, 16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. 20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου· 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

Γενεαλογικός κατάλογος στόν ὁποῖο φαίνεται ἀκρι-βῶς ἀπό ποῦ κατάγεται ὁ Ἰησοῦς Χριστός, ὁ ἀπό-γονος τοῦ Δαβίδ, ὁ ὁποῖος πάλι ἦταν ἀπόγονος τοῦ Ἀβραάμ. 2 Ὁ Ἀβραάμ γέννησε τόν Ἰσαάκ, ὁ Ἰσαάκ γέννησε τόν Ἰακώβ, ὁ Ἰακώβ γέννησε τόν Ἰούδα καί τούς ἀδελφούς του, 3 ὁ Ἰούδας γέννησε δίδυμα παιδιά, τόν Φαρές καί τόν Ζαρά ἀπό τή νύφη του τή Θάμαρ, ὁ Φαρές γέννησε τόν Ἐσρώμ, ὁ Ἐσρώμ γέννησε τόν Ἀράμ, 4 ὁ Ἀράμ γέννησε τόν Ἀμιναδάβ, ὁ Ἀμιναδάβ γέννησε τὸν Ναασσών, ὁ Ναασσών γέννησε τόν Σαλμών, 5 ὁ Σαλμών γέννησε τόν Βοόζ ἀπό τή Ραχάβ τήν πόρ-νη, ἡ ὁποία δέχθηκε στήν Ἱεριχώ τούς κατασκόπους τοῦ Ἰησοῦ τοῦ Ναυῆ καί τούς φυγάδευσε σώους· ὁ Βοόζ γέννησε τόν Ὠβήδ ἀπό τή Ρούθ, ἡ ὁποία ὡς προσήλυτη Μωαβίτισσα καταγόταν ἀπό ἔθνος πολύ μισητό στούς Ἑβραίους· ὁ Ὠβήδ γέννησε τόν Ἰεσσαί, 6 ὁ Ἰεσσαί γέννησε τόν Δαβίδ τόν βασιλιά. Ὁ Δαβίδ ὁ βασιλιάς γέννησε τόν Σολομώντα ἀπό τή γυναίκα πού ὑπῆρξε σύζυγος τοῦ Οὐρία, γιά νά φαίνεται σαφῶς ὄχι μόνο ἀπό τίς περιπτώσεις τῆς Θάμαρ καί τῆς Ραχάβ, ἀλλά καί ἀπό τό ὀλίσθημα αὐτό τοῦ Δαβίδ, ὅτι ἡ ἁμαρτία εἶχε εἰσχωρήσει καί σ’ αὐτούς τούς προγόνους τοῦ Μεσσία. 7 Ὁ Σολομών γέννησε τόν Ροβοάμ, ὁ Ροβοάμ γέννησε τόν Ἀβιά, ὁ Ἀβιά γέννησε τόν Ἀσά, 8 ὁ Ἀσά ἀπέκτησε τρισέγγονο τόν Ἰωσαφάτ, ὁ Ἰωσαφάτ γέννησε τόν Ἰωράμ, ὁ Ἰωράμ ἀπέκτησε τρισέγγονο τόν Ὀζία, 9 ὁ Ὀζίας γέννησε τόν Ἰωάθαμ, ὁ Ἰωάθαμ γέννησε τόν Ἄχαζ, ὁ Ἄχαζ γέννησε τόν Ἐζεκία, 10 ὁ Ἐζεκίας γέννησε τόν Μανασσῆ, ὁ Μανασσῆς γέννησε τόν Ἀμών, ὁ Ἀμών γέννησε τόν Ἰωσία, 11 ὁ Ἰωσίας γέννησε τόν Ἰωαχίμ ἤ Ἰεχονία καί τούς ἀδελφούς του στά χρόνια ἐκεῖνα τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων στή Βαβυλώνα. 12 Ὅταν λοιπόν οἱ Ἰουδαῖοι μεταφέρθηκαν ὡς αἰχμά-λωτοι στή Βαβυλώνα, ὁ Ἰεχονίας γέννησε ἐκεῖ τόν Σαλαθιήλ, ὁ Σαλαθιήλ γέννησε τόν Ζοροβάβελ, 13 καί τοῦ Ζοροβάβελ ἀπόγονος ὑπῆρξε ὁ Ἀβιούδ. Ὁ Ἀβιούδ γέννησε τόν Ἐλιακείμ, ὁ Ἐλιακείμ γέννησε τόν Ἀζώρ, 14 ὁ Ἀζώρ γέννησε τόν Σαδώκ, ὁ Σαδώκ γέννησε τόν Ἀχείμ, ὁ Ἀχείμ γέννησε τόν Ἐλιούδ, 15 ὁ Ἐλιούδ γέννησε τόν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ γέννησε τόν Ματθάν, ὁ Ματθάν γέννησε τόν Ἰακώβ, 16 κι ὁ Ἰακώβ γέννησε τόν Ἰωσήφ τόν ἀρραβωνιαστικό τῆς Μαρίας. Ἀλλά καί ἡ Μαρία καταγόταν ἀπ’ τό ἴδιο γένος ἀπό τό ὁποῖο καταγόταν κι ὁ Ἰωσήφ. Ἀπό τή Μαρία αὐτή, ἡ ὁποία ἦταν ἀπόγονος τοῦ Δαβίδ καί τοῦ Ἀβραάμ, γεννήθηκε ὁ Ἰησοῦς πού ἐπονομάζεται Χριστός. 17 Σύμφωνα λοιπόν μέ τόν παραπάνω κατάλογο ὅλες οἱ γενιές πού ἔζησαν ἀπό τόν Ἀβραάμ μέχρι τόν Δαβίδ, ὅπως ἀριθμοῦνται ἀπό τούς συντάκτες τοῦ καταλόγου, εἶναι γενιές δεκατέσσερις· καί οἱ γενιές ἀπό τόν Δαβίδ μέχρι τήν ἐποχή πού οἱ Ἰουδαῖοι μεταφέρθηκαν ὡς αἰχμάλωτοι στή Βαβυλώνα εἶναι γενιές δεκατέσσερις· καί οἱ γενιές πού ἔζησαν ἀπό τήν ἐποχή πού οἱ Ἰουδαῖοι μεταφέρθηκαν στή Βαβυλώνα μέχρι τά χρόνια τοῦ Χριστοῦ εἶναι γενιές δεκατέσσερις. 18 Ἡ γέννηση τοῦ Ἰησοῦ Χριστοῦ ἔγινε μέ τόν ἑξῆς ὑπερφυσικό καί πρωτοφανή τρόπο: Ὅταν δηλαδή ἡ μητέρα του Μαρία ἀρραβωνιάσθηκε μέ τόν Ἰωσήφ, προτοῦ συγκατοικήσουν ὡς σύζυγοι, βρέθηκε ἡ Μαρία ἔγκυος μέ τή δημιουργική ἐπενέργεια τοῦ Ἁγίου Πνεύματος. 19 Κι ὁ Ἰωσὴφ ὁ ἀρραβωνιαστικός της, ὅταν ἀντιλήφθη­­­­κε τήν ἐγκυμοσύνη, ἐπειδή ἦταν ἐνάρετος καί ἀγαθός καί δέν ἤθελε νά τή διαπομπεύσει γιά δημόσιο πα­ρα­δειγματισμό, σκέφθηκε νά τῆς δώσει μυστικά διαζύγιο. 20 Ἐνῶ ὅμως σκεπτόταν αὐτά, ἰδού, ἕνας ἄγ­γε­λος τοῦ Κυρίου φάνηκε στό ὄνειρό του καί τοῦ εἶ­πε: Ἰωσήφ, ἀπόγονε τοῦ Δαβίδ, μή διστάσεις καί μή φοβηθεῖς νά παραλάβεις στό σπίτι σου τή Μαρία τή μνηστή σου. Διότι τό παιδί πού συνέλαβε μέσα της προέρχεται ἀπό τή δημιουργική ἐπενέργεια τοῦ Ἁγίου Πνεύματος. 21 Θά γεννήσει γιό, καί σύ πού ἀπό τό νόμο τῆς Παλαιᾶς Διαθήκης ἀναγνωρίζεσαι ὡς προστάτης καί πα­­­τέ­ρας του, θά τοῦ δώσεις τὸ ὄνομα «Ἰησοῦς», τό ὁποῖο σημαίνει «σωτήρας». Καί θά τοῦ δώσεις αὐτό τό ὄνο­μα, διότι αὐτός θά σώσει ἀπό τίς ἁμαρτίες του τόν νέο Ἰσραήλ, ὁ ὁποῖος θά τόν πιστέψει ὡς σωτήρα καί θά γίνει μέ τήν πίστη αὐτή ὁ πραγματικός λαός του.
22 Μέ ὅλο αὐτό τό θαῦμα τῆς ὑπερφυσικῆς συλλήψε­ως τῆς Παρθένου, πραγματοποιήθηκε πλήρως καί ἐ­­­πα­ληθεύθηκε ἐκεῖνο πού εἶπε ὁ Κύριος μέσῳ τοῦ προ­φήτη Ἡσαΐα, ὁ ὁποῖος πρίν ἀπό πολλούς αἰῶνες εἶχε πεῖ: 23 Νά, ἡ παρθένος, πού δέν γνώρισε ἄνδρα, θά συλλάβει καί θά γεννήσει υἱό, καί ὅσοι θά πιστεύουν σ’ αὐτόν θά τόν ὀνομάσουν Ἐμμανουήλ, ὄνομα ἑβραϊκό πού σημαίνει «ὁ Θεός εἶναι μαζί μας». 24 Ὅταν λοιπόν ὁ Ἰωσήφ σηκώθηκε ἀπ’ τόν ὕπνο, ἔκανε ὅπως τόν διέταξε ὁ ἄγγελος τοῦ Κυρίου. Καί παρέλαβε τή μνηστή του στό σπίτι του 25 καί δέν ἦλθε σέ σχέση συζυγική μαζί της ποτέ, ἄρα καί ἕως ὅτου γέννησε τόν πρῶτο καί μονάκριβο υἱό της. Καί τότε ὁ Ἰωσήφ τοῦ ἔδωσε τό ὄνομα «Ἰησοῦς».